Ancient Greek · ~2 min
1 to 2
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-30-2
Not analysed yet
Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχοὺς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἐν ἀσεβείαις συμπράττειν, συκοφαντεῖ αὐτοὺς πρὸς τὸν Θεὸν, τουτέστιν ἀντιδιαβάλλει, ὅπως συναπολεσθῶσιν αὐτῷ. Ὁ λαῦρος ὑετὸς οὐ μόνον τοὺς καρποὺς ἀπόλλυσιν, ἀλλὰ καὶ τὸ πρόσωπον τῆς γῆς, τὸ τοὺς καρποὺς διδοῦν, ἐξεδαφίζει· ἔστι δὲ καὶ ὑετὸς εἰρηνικὸς, ποιῶν εὐθαλὲς τὸ πρόσωπον τῆς γῆς, καὶ τρέφων καὶ ζωογονῶν τοὺς ἐν αὐτῇ καρπούς· καὶ ὁ μὲν λαῦρος, διὰ τὴν ἀπώλειαν τῶν καρπῶν ἀποκτείνει τοὺς ἀνθρώπους, ὁ δὲ εἰρηνικὸς, διὰ τῶν καρπῶν ζωογονεῖ.