Ancient Greek · ~2 min
CAP. XXVIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-19
Not analysed yet
Ἐστι καὶ νόμος παράνομος, καὶ νόμος δίκαιος· καὶ ὁ μὲν παράνομος τοὺς αὐτῷ πειθομένους ἀπολεῖ· ὁ δὲ δίκαιος οὐ μόνον μακρότητα ἡμερῶν δωρεῖται, ἀλλὰ καὶ βασιλείας οὐρανῶν πρόξενος γίνεται τοῖς αὐτῷ ὑπείκουσιν, ὅτι τοῦ Θεοῦ ἐστι· πᾶς δὲ ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ τὸν νόμον αὐτοῦ, καὶ ποιεῖ τὰ τοῦ νόμου· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον, ἀπάθειαν κτᾶται καὶ γνῶσιν Θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ Θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λοφικήν.