Ancient Greek · ~3 min
1 to 3
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-4-3
Not analysed yet
Παιδείαν, τὴν ἡθικὴν ἀρετὴν λέγει· ἕννοιαν, τὴν θείαν γνῶσιν· υἱὸς δὲ ἀρετῶν ὁ κατ᾿ αὐτὰς πιποιωμένος, ὃς οὐκ ἄλλου χάριν, ἀλλ᾿ ἕνεκα τῆς ἀρετῆς τὰ κατ᾿ αὐτὴν ἐνεργεῖ. Δῶρον ἀγαθὸν δωροῦμαι ὑμῖν, τὴν ἐπουράνιον βασιλείαν, ἐὰν τὸν νόμον μου μὴ ἐγκαταλίπητε· σημειωτέον δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος, οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Στέφανος χαρίτων αἱ ἐντολαὶ τοῦ Θεοῦ εἰσιν, αἱτινες τὸν στέφανον τῆς βασιλείας ἀντιπαρέχουσι τοῖς ποιοῦσιν αὐτάς· στέφανος δὲ τρυφῆς ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις ὑπερασπίζουσα ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ, καὶ πᾶσαν γνῶσιν ψευδῆ ἀπωθεῖται.