Ancient Greek · ~4 min
9 to 12
Origen, Expositio in Proverbia (fragmenta e catenis) 9-2-12
Not analysed yet
Οὐ μόνον τῶν ἐδωδίμων μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἀλλὰ καὶ γνώσεως Θεοῦ καὶ σοφίας καὶ ἐντολῶν· καὶ πᾶν ὁτιοῦν Θεῷ φίλον καὶ πρὸς αὐτὸν οἰκειοῦν, μὴ ἀπόσχῃ εὖ ποιεῖν τῷ ἐνδεομένῳ σου. Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακὸν, οὐ μόνον σωματικὸν, ἀλλὰ καὶ ψυχικόν. Ἄγνοια Κυρίου ἐν οἴκοις ἀσεβῶν, γνῶσις δὲ Θεοῦ ἐν ψυχαῖς δικαίων· ἐπαύλεις δικαίων εὐλογοῦνται, ὅταν ὁ Χριστὸς ἀπονέμῃ τὰ γέρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν· τοῖς ἀσεβέσι δὲ κατάραν καὶ οὐκ εὐλογίαν. Ἡ ἄκρα κακία καὶ εἰς τέλος ἐπηρμένη, ὑπερηφανία καλεῖται· ἀντιτάσσεται δὲ Κύριος τοῖς μὲν ἀδίκοις, ὡς δικαιοσύνη· τοῖς ψεύσταις, ὡς ἀλήθεια τοῖς δὲ ὑπερηφάνοις, ὡς ταπεινοφροσύνη· διὸ καὶ τοῖς ταπεινὰ φρονοῦσι φίλος ἐσπί· τοῦτο γάρ ἐστι τὸ, Δίδωσι χάριν ταπεινοῖς· τοῖς δὲ ὑπερηφάνοις ἀντιτάσσεται. Δόξαν οὐράνιον κληρονομήσουσιν οἱ τὴν ἔνθεον σοφίαν μαθόντες τε καὶ διδάξαντες· ὕψωσαν δὲ ἑαυτοῖς ἀτιμίαν οἱ ἀσεβεῖς ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων παρὰ τοῦ Χριστοῦ.