Ancient Greek · ~2 min
1 to 3
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-8-3
Not analysed yet
Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν. Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων παλυτε ἐῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ (1), ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δʼ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. Σημειπτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.