Ancient Greek · ~5 min
CAP. VII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 6-5
Not analysed yet
Τὸ διʼ ἡμερῶν πολλῶν ἐπανήξειεῖς τὸν οἶκον αὐτοῦ πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος, ἔσχατον ἐχθρὸν λέγει καταργεῖσθαι τὸν θάνατον· ὃν καὶ ἄνδρα εἶναι τῆς πονηρίας Σολομῶν προδιέγραψε· τὸν ὡς βαλαντίον ἀργυρίου λαβόντα ἐν τῇ χειρὶ αὐτοῦ τὴν σνθρωπότητα, εἰ καὶ αὖθις ἐν τῷ ἁμαρτάνειν οὐ πάρεστι προβλέπειν τὸν τοῦ Θεοῦ φόβον· διότι κήδεται ἀνεχόμενος τοῦ γένους τῶν ἀνθρώπων· ἐπεὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον προέβλεπε, ῥυζηδὸν πάντας ἂν ἀπώλετο. Τῶν ἐῤῥωδιῶν τρία γένη εἰσὶν, ὅ τε κέμφος, καὶ ὁ λευκὸς, καὶ ὁ ἀστερίσκος καλούμενος· τούτων ὁ κἑμφος ἀκρατῶς ἔχων περὶ τὰς μίξεις, χαλεπῶς εὐνάζεται καὶ ὀχεύει, κράζει τε, καὶ ὀχεύων αἷμα ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς· ἔόικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τούτου, τοὺς πειθομένους τῇ πονηρίᾳ κεμφωμένους καὶ ἐξωμοιωμένους τῶν ὀρνέων διʼ ἀκολασίαν ἔστι δὲ καὶ ἄλλο εἶδος κέμφου ἐν τῇ θαλάσσῃ κατʼ ἀγέλας ἱπτάμενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ θηρευθέντα, ἀλλὰ καὶ ἄλλος ἄλλῳ προτρέχει ἀγρευθῆναι· οὕτως ἐοίκασιν οἱ τῇ κακίᾳ προσομιλοῦντες, ἄλλος ἄλλον νικᾷν σπεύδοντες διὰ τῶν ἡδονῶν, ἐπολέθρῳ θανάτῳ ἑαυτοὺς περιπείρουσιν.