Ancient Greek
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 10-2
Not analysed yet
Χρήματα ἐνταῦθα τὴν σοφίαν καὶ τὴν γνῶσίν φησιν· ἅφρονι δὲ, ἵνα τί ὑπῆρξεν ἡ τῆς σοφίας καὶ γνώσεως μάθησις; ὡς γὰρ ἅμπελον ἀδύνατον ἐν θαλάσσῃ γενέσθαι, οὕτως ἐν ἄφροσιν ἡ σοφία ἀρετὴν καρπώσασθαι· χρήματα γὰρ ἄφρονός ἐστιν, αἱ περὶ καθʼ ἕκαστα αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς, κτήσασθαι σοφίαν ἀδυνατεῖ. —Ἐν παντὶ πράγματι, πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν τὰ πράγματα τοῦ Θεοῦ, ἐμπεσεῖται εἰς κακὰ περὶ τὴν κρίσιν.