Ancient Greek · ~2 min
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 11
Not analysed yet
Ἐνταῦθα φίλον τὸν Χριστόν φησιν, ὅς διὰ τὴν πρὸς ἄνθρωπονφιλίαν, ἄνθρωπος γέγονεν. Οὐκέτι γὰρ λέγω ὑμᾶς δούλους, εἶπεν τοῖς μαθηταῖς, ἀλλὰ φίλουςʼ· ἐν παντὶ δὲ καιρῷ ὁ Χριστὸς συνυπαρχέτω σοι φίλος εἰ δὲ οἱ τοῦ Χριστοῦ υἱοὶ, ἀλλήλων εἰσὶ φίλοι· οἱ ἄγγελοι καὶ οἱ δίκαιοι ἅνθρωποι, ἀλλήλων εἰσὶν ἀδελφοὶ, τῷ τῆς υἱοθεσίας γεννὦμενοι πνεύματι τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώτους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ.