Ancient Greek · ~3 min
CAP.XXIV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 10-5
Not analysed yet
Ὁ τὸν πράξει καὶ θεωρίᾳ κακῶς ἐννοοῦντα, καὶ τελεσιουργοῦντα νοῦν ἑαυτοῦ, ἢ ἄλλον τινὰ τῶν ἀνθρώπων ἐφορώμενος, ἐπικατάρατος ἔσται παρὰ τοῖς τῶν ἀγγέλων λαοῖς, καὶ παρὰ τοῖς τῶν ἐξ ἐθνῶν σεσωσμένοις μισητὸς, ὅταν πάντες μία ποίμνη γενήσεται καὶ εἷς ποιμήν οἱ δὲ ἐλέγχοντες καὶ φρατριοῦντες διʼ ἐξαγορεύσεως τὰς ἑαυτῶν πράξεις (18), καὶ τὰς τοῦ βελτίονος νοῦ ἐνθυμήσεις, φανοῦνται ὑψηλοὶ παρὰ Κυρίου, ἐπὶ πᾶσιν ἀνακηρυττόμενοι· ἐπʼ αὐτοὺς δὲ ἤξει, ἐν μὲν τῷ νῦν αἰῶνι ἡ ἀγαθὴ εὐλογία τῶν πράξεων τῶν ἔργων, καὶ ἡ νοητὴ τῆς σοφίας θεωρία· ἐν δὲ τῷ μέλλοντι, ἡ παρὰ τοῦ Κυρίου διανομή. Ὁ πορευόμενος ὄπισθεν τῶν τοῦ Θεοῦ προσταγμάτων, ἀνοικοδομεῖται εἰς δικαιοσύνην καὶ ἁγιασμόν· μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος, ὁ ἐν ψυχῇ καὶ σώματι εἰς κατοίκησιν Θεοῦ· εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.