Ancient Greek · ~3 min
CAP. XXVIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 10-6
Not analysed yet
Οἱ νῦν ἐλεήμονες, ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ γενόμενοι ἄγγελοι, ἄρξουσι τῶν βασκάνων καὶ πλουσίων ἀσεβῶν· τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν Κύριος, τὸ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, πλήρης γνώσεως πνευματικῆς, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνἀγουσα· τὸ δὲ κρίνειν ἐνταῦθα, τὸ διδάσκειν σημαίνει· ὡς καὶ τὸ, tνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντα ὑγιῶς, ἀντὶ τοῦ, δίδασκε· ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ μᾶλλον ποιήσει τὸν βάσκανον.