Ancient Greek · ~2 min
CAP. XXVIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 11-6
Not analysed yet
Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει· οὕτω καὶ Ματθαῖον τοῦ τσλωνείου ἀπολέσας ὁ Κύριος, δικαιοσύνην αὐτῷ ἐχαρίσατο· πληθύνονται γὰρ οἱ δίκαιοι, ὅταν οἱ ἀσεβεῖς καταλείψωσι τὴν ἀσέβειαν, καὶ σὺν τοῖς δικαίοις γενήσονται δίκαιοι· στένουσι δὲ καὶ οἱ δίκαιοι καὶ ὀδυνῶνται, ὁρῶντες τοὺς ἀσεβεῖς ἐν τόπῳ τῆς ἀσεβείας ἱσταμένους, καὶ μὴ μετανοοῦντας.