Ancient Greek · ~1 min
11 to 12
Origen, Expositio in Proverbia (fragmenta e catenis) 11-2-12
Not analysed yet
Ἤ τὴν ψυχὴν λέγει, ζωῆς καὶ θανάτου δεκτικὴν, ἀφʼ ὧν τὸ αὐτεξούσιον δείκνυται τῶν νῦν τε καὶ τῶν μελλόντων τοὺς καρποὺς αὐτῆς ἀπολαῦσαι καλῶν τε ἢ κακῶν. Ὅς εὗρε σοφίαν ἀγαθὴν, εὗρε χάριτας Θεοῦ· —Ὁ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβὴς, ὡς ἐφευρετὴς αὐτῆς διάβολος.