Ancient Greek · ~4 min
CAP. XIX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-19
Not analysed yet
Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμἴν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος, ὃν πένητά φησι, καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία, ἀρετή ἐστι καὶ γνῶσις Θεοῦ, διʼ ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν· εἴγε οἱ μετανοοῦντες ἄνθρωποι, χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις· οὕτω καὶ ὁ Σωτὴρ φίλους καλεῖ, τοὺς δούλους ποτὲ, τῆς μείζονος αὐτοῦ θεωρίας καταξιώσας· οὕτω καὶ Ἀβραὰμ πλουτίσας ἐν γνώσει, τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φανεῖσι φίλοις αὐτοῦ· Σαοὺλ δὲ καὶ ἀτὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα Κυρίου ἀπὸ Σαούλ· καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ· καὶ πνεῦμα Κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν, γὰρ, φησὶ, τοὺς ἀγγέιους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον· (9). ὅτι δὲ ἄγγελοι τοὺς ἀνθρώπους ἐμπεπίστευνται, διδάσκει ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονῆτε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· καὶ πάλιν ὁ Ἰακβ Ὁ ἄγγελός σου ὀ ῥυόμενός με ἀπὸ πάντων τῶν· κακῶν.