Ancient Greek · ~2 min
11 to 13
Origen, Expositio in Proverbia (fragmenta e catenis) 11-3-13
Not analysed yet
Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ· ἡ δὲ κατʼ ἐνέργειαν, ποτηρίῳ· ὕπερον δέ ἐστι, τὸ παρὰ τοῖς μαγείροις λεγόμενον τριβεύς· πολλὰ γὰρ κρούει τοῦτο τὸ ὕπερον, καὶ οὐκ ἀνοίγει τὸν τόπον ὅν κρούει· τοῖς δὲ μαθηταῖς ὁ Κύριός φησι· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Νοῦς δεξάμενος ἀλλότριον νόημα ἢ μάθησιν, μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν, κληρονομήσει ζωήν. Δεινὸν ἡ ἀναλγησία· εἶτα ἐρεῖς τυπτόμενος τὴν συνείδησιν, οὐκ ἐπόνεσα φροντίσαι τῶν μὲν γερῶν τυχεῖν, ῥυσθῆναι δὲ τῶν βασάνων· ἐνέπαιξάν μοι, τουτέστι προσωνείδισάν μοι· ἐγὼ θέλων οὐκ ᾔδειν τε ὄρθρος ψυχῆς, καὶ ἐπίγνωσις ἁμαρτίας.