Ancient Greek · ~7 min
3 to 10
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-14-10
Not analysed yet
Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει, καὶ σἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεΐν τούτῳ· οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. Μηδὲν λέγε συνετὸν, φησὶ, τουτέστι βαθὺ καὶ μυστικόν· οὐ δεῖ γάρ σε βαλεῖντοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ὅρια αἰώνια θεοσεβείας μὴ μέταιρε· εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, διʼ ἥν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος ἐκ τοῦ ὑπερλάμπρου φωτὸς ἀπὸ σκότους, ἰσχυρός ἐστιν. Υἱὸς ὀρθὸς ἐνδιατρίψει τὰ χείλη αὐτοῦ σοφίᾳ, καὶ ἡ σοφία πρὸς αὐτὸν συλλαλήσει καὶ διαμενεῖ· ὁ δὲ στρεβλὸς ἐκπεσεῖται ἀπʼ αὐτῆς. Εἰ τῷ φόβῳ Κυρίου ἐκκλίνει τις ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ πάσης τῆς ζωῆς ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Πᾶς ὁ ἐν κακίᾳ μέθυσος, καὶ ὁ ἐκ σοφίας πρὸς ἀγνωσίαν καταπορνεύων, πτωχεύσει ἐκ θείας χάριτος· καὶ οὐκ ἐνδύσεταιἔνδυμα τοῦ γάμου πᾶς ὁ ἐν τῇ δαιμονιώδει νυκτὶ ὑπνώδης, ἀλλὰ τὴν ὡς ῥάκος τετραυματισμένην σάρκα διαθλίβων γεέννης φλόγα. Ἔφη τις τῶν γερόντων, τὴν ψυχὴν εἶναι μητέρα τοῦ νοῦ, ψυχὴν λέγων τὸ παθητικὸν τῆς ψυχῆς, θυμόν τε καὶ ἐπιθυμίαν· διὰ γὰρ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· διὰ γὰρ ἀνδρείας καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν Θεοῦ, αἴπερ εἰσὶν ἀρεταὶ θυμοῦ καὶ ἐπιθυμίας· λέγει δʼ ἂν ἴσως μητέρα καὶ τὴν παλαιὰν Διαθήκην οὐ καταφρόνητον. Ἀνθρώπους ἐνταῦθα, τῶν διδασκάλων τὰς συγγραφάς φησι· τοὺς δὲ ποιήσαντας καὶ διδάξαντας, καὶ τὴν πορείαν πρὸς οὐρανοὺς ποιησαμένους, περιπάτους ὠνόμασε· πολλοὶ γὰρ διδάξαντες, οὐ πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσαντο, ὅτι οὐκ ἐφύλαξαν· ὁ γὰρ ὁμιλῶν ἐν περιπάτοις, τουτέστι ποιεῖν τε καὶ διδάσκειν, ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη ὑπὸ τοῦ Θεοῦ.