Ancient Greek · ~2 min
CAP. XXIX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 11-7
Not analysed yet
Υβριστὰς ταπεινοῖ Κύριος, ταπεινοῖς δὲ δίδωσι δόξαν. —βριν τὴν κακίαν φησίν· ὕβριν δὲ καὶ ταπείνωσιν ἀπωλείας προξενεῖ ἡ κακία τοῖς πράττουσιν αὐτὴν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὺς δὲ ταπεινόφρονας ἡ δόξα, ἥν ἐδόξαζον τὸν Θεὸν ἐν ὕμνοις κπὶ τηρήσει τῶν ἐντολῶν αὐτοῦ, δοξάσει αὐτούς· δόξα γὰρ Θεοῦ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ· καθὼς αὐτός φησινὸ Κύριος ἀλλʼ ῆ, Τοὸς δοξάίοντάςμε δοξάσω ἡ δὲ κακία ὕβριν λογικῆς ψυχῆς προξενεῖ.