Ancient Greek · ~4 min
CAP. XXIX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 12-6
Not analysed yet
Κλέπτην οὐκ ἄλλον τινὰ, εἰ μὴ τὸν διάβολον λέγει ὁ δὲ μεριζόμενος, ἤγουν μέρος μὲν τῶν τοῦ Θεοῦ προσταγμάτων τηρῶν, μέρος δὲ τοῦ πονηροῦ ποιῶν, οὗτος μισεῖ τὴν ἑαυτοῦ ψυχήν· μικρὸν γὰρ ὅσον καὶ τέλειον αὐτὸν κλέψας ὁ διάβολος, θύσει ἑαυτῷ. Ὁ κλέπτης γὰρ, σησὶν, οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέόῃ καὶ θύσῃ, καὶ ἀπελέσῃ. —Ὅρκον εἶπε τὸν νόμον ὥσπερ γὰρ ὁ ὅρκος τίθησι τὸν Θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει Θεὸν εἰς ψυχήν· καὶ ὸν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία Θεὸν ἐκ ψυχῆς, οὕτω καὶ ἡ παρανομία ἐκβάλλει Θεὸν ἀπʼ αὐτῆς. Ἐὰν οὖν, φησὶ, τόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται πρὸς ἀπώλειαν· οὕτω φησὶ καὶ ὁ Δαυῖδ· Ἐλαα· Ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σύ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καί· Λέγε σύ πρῶτος τὰς dμαρτίας σου, έκα δικαιωθῇς· καὶ πάλιν ὁ Σολομῶν φησιν· Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ, οὐκ ἀγαπηθήσεται.