Ancient Greek · ~2 min
CAP. XXV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 12-5
Not analysed yet
Ἄρτον ἐνταῦθα τὴν στερεὰν τῶν ἐντολῶν τῆς ψυχῆς τροφήν φησι· πόμα δὲ, τὴν θείαν γνῶσιν δηλοῖ· ἄνθρακας δὲ πυρὸς τὰς τοῦ παναγίου Πνεύματος δωρεὰς, τὰς φλογιζούσας καὶ καθαιρούσας τὰς τῶν ἀνθρώπων ῥυτίδας· ἄνθρακι γὰρ πυρὸς τῶν Ἡσαΐου σεραφεὶμ θίγει χειλέων ποτέ· ὁ δὲ καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσιν ἐκραύγαζε· διὰ γὰρ ταύτης τῆς χρηστότητος καὶ εὐποιίας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικὸν, τὰς πυρφόρους χάριτας τοῦ ἁγίου Πνεύματος ποιήσεις αὐτὸν βιασθῆναι, οὐ μόνον προσἀαβέσθαι, ἀλλὰ καὶ ζηλωτήν σου αὐτὸν ἐργάσῃ ἐν πάσῃ ἀγαθοεργίᾳ, ὡς προξένου σου γεγονότος αὐτοῦ ἐν πᾶσι τῷ Θεῷ φίλοις.