Ancient Greek · ~2 min
CAP. XXV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 11-5
Not analysed yet
Ὥσπερ τὸ ὄξος ἐν ἕλκει τοῦ ἀρχὴν σῆψιν ἔχοντος ἀσύμφορον, καίτοι βρώματος (21) ὄντος εἰς ἡδύτητα. οὕτω γυναικὸς θεωρία καὶ ὁμιλία καρδίαν σπαράσσει τοῦ πρὸς ἀρετὴν ἑαυτὸν ἐκδόντος καὶ ἀρχὴν ἔχοντος. Τὸ γὰρ προσπίπτον τῇ καρδίᾳ πάθος, ἡ κακία ἐστίν· ἧς κατὰ στέρησίν τινες ἀπαθεῖς ὀνομάζονται. —Λύπη ἐστὶ φθαρτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως Θεοῦ.