Ancient Greek · ~2 min
CAP. XXIX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 13-6
Not analysed yet
Ὅσοι κατορθοῦμεν τὰς ἐντολὰς, θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν (28), ἀπʼ ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ὁ rψιστος ἔθνη ,καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ · ἐν δὲ τῷ θεραπεύειν ἡμᾶς τοὺς ἡγουμένους ἡμῶν ἀγγέλους, ἐν τῷ θελήματι τοῦ Κυρίου, ἐν τῇ κρίσει δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῆ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσυνῃ εἴ γε πᾶσαν τὴν κρίσιν ὁ Πατὴρ δέδωκε τῷ Υἱῷ.