Ancient Greek · ~2 min
CAP. XVI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 2-9
Not analysed yet
Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς. ἐστὶν. Nοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικακία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· διʼ ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σοφίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους.