Ancient Greek · ~2 min
CAP. XVI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-10
Not analysed yet
Παιδείαν λέγει φόβου Θεοῦ, νηστείαν, ἐγκράτειαν, ἀγρυπνίαν, ὕμνον, καὶ τὴν ἐν νόσοις πρὸς δοκιμὴν Θεοῦ ἐπερχομένην ἡμῖν παιδείαν. Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ Θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα Τριὰς ἁγία ὁ δὲ ἀγαπῶν τὴν ζωὴν, καὶ ἀεὶ ζῇν αὐτῇ ἐφιέμενος, φείσεται στόματος αὑτοῦ ἐκ τῶν μὴ Θεοῦ λόγων καὶ ἔργων, καὶ τῇ γνώσει τοῦ Θεοῦ προσἐξει.