Ancient Greek · ~2 min
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-11
Not analysed yet
Ὁ αἱρετικὸς ὑπακούει γλώσσης τῆς τῶν ἀθέων δογμάτων· οἱ δὲ τῆς Ἐκκλησίας, οὐδὲ προσέχουσιν. Διὰ τοῦ ὑπακούειν, τὸ ἑκούσιον δείκνυσιν, ὡς εἰς τὴν τοῦ Θεοῦ σοφὴν διοίκησιν ἐξαμαρτών. —Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρʼ αὐτῶν λογισμοὺς, καὶ σπεύδων ἐνεργεῖν κατʼ αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, ὁρατῶν τε καὶ ἀοράτων, τουτέστι μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ.