Ancient Greek · ~3 min
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-10
Not analysed yet
Ὁ πιστὸς, φησὶν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τροπικῶς τοῦ νοῦ προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται λόγον, διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὑτοῦ· ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ, ὁ Παῦλος διδάσκει λέγων τό· Ἐν παντὶ ἐπλουτίσθητε, ἕν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ· εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ εὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι, θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου;