Ancient Greek · ~3 min
CAP. VI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-3
Not analysed yet
Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται· πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴ γε τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ; ἢ μήποτε ὁ Θεὸς λέγεται δεσπότης διχῶς, ὡς δημιουργὸς, καὶ ὡς γινωσκόμενος; Διὸ καὶ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἀμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ (δηλονότι κατʼ ἀρετὴν καὶ γνῶσιν) ἔχετε τόν καρπόν ὑμῶν εἰς ἁγινασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνον· εἰ δὲ τοῦ τοιούτου τέλους καὶ τῆς γνώσεως ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὢν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος· καλῶς οὖν λέγεται μὴ εἶναι ὁ μύρμηξ ὑπὸ δεσπότην, κατὰ ταύτην τὴν δεσποτείαν· εἶναι δὲ πάλιν ὑπὸ δεσποτείαν λέγεται, ὑπὸ τὸν Θεὸν, ὡς ὑπὸ δημιουργόν.