Ancient Greek · ~5 min
CAP. VI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-4
Not analysed yet
Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομῶν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν· διὰ δὲ τῆς μελίσσης, τὴν θεωρίαν τῶν γεγονότων σημαίνει καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι, καὶ σοφοὶ καὶ ἀνόητοι, πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται· καὶ φαίνεται μέν μοι ὁ κηρὸς, αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν· τὸ δʼ ἐναποκείμενον αὐτῷ μέλι, σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν· καὶ ὁ μὲν κηρὸς παρελεύσεται· Ὁ οὐ ρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ὧν λέγει ὁ Σολομῶν· Κηρία μέλιτος, λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν, ἵασις ψυχῆς· καὶ ὁ Δαυῒδ, Ὡς γλυκύτερα, φησὶ, τῷ λάρυγγί μου, τὰ λόγιά σου ὑπέρ μέλι τῷ στόματί μου· τὸ δὲ ἀποτέλεσμα τοῦ πόνου τῶν ἀρετῶν καὶ τῆς γνώσεως, πόνον ὠνόμασε· βασιλεῖς δὲ καὶ ἰδιώτας, οὐ τοὺς τὸ διάδημα ἔχοντας, ἢ τοὺς ἐν κοπρίᾳ πένητας λέγει, ἀλλὰ τοὺς πρὸς τὸν Θεὸν τὸν νοῦν σεσοφισμένον καὶ ἐῤῥωμένον ταῖς ἀρεταῖς ἔχοντας, βασιλεῖς λέγει. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα αν καὶ ἀγνωσίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινα, ὡς στρουθίον μονάζον ἐπὶ δώματος.