Ancient Greek · ~3 min
3 to 4
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-4-4
Not analysed yet
Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι, μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι, τὰς παρὰ φύσιν ἡδονὰς μετέρχονται, ἀρσενοκοιτεῖν ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπαγορευομένων πραγμάτων φαντασίας λαμβάνοντες· ὅρα δὲ μὴ κατηγόρημα εἴη τοῦτο καὶ ἀγίων ἀνδρῶν· καί τις μὴ ἡσυχάζων ἀλλὰ ῥεμβόμενος, τοῖς κατηγορήμασι κοινωνήσει τῆς ἀτίμου γυναικός. Τῶν λογισμῶν, οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται· αἱ δὲ κεκλασμέναι· γωνία δέ ἐστι κεκλασμένη εὐθεῖα· ἢ γωνία νοητῶς ἐστιν ὁ ἀκάθαρτος λογισμός· τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν, δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾷν τὴν ψυχήν.