Ancient Greek · ~3 min
CAP. VII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-6
Not analysed yet
Διὰ τῶν κειριῶν καὶ τοῦ κρόκου καὶ τῶν λοιπῶν, τὰ ἀπατηλὰ θεωρήματα, ἢ τὰ διάφορα πάθη σημαίνει. —Ὅρα τὴν κακίαν, οὐκ ἔχουσαν ἀφʼ ἑαυτῆς ἀρχὴν, ἀλλʼ ἀπὸ τῶν τῆς ἀρετῆς προοιμιαζομένων· τὸ γὰρ κοινωνὸν λαβεῖν θυσίας, ἀγαθόν. Ὅτε δὲ αὐτοῖς κατεπάλαισε, τότε ἐνίησι τὸν ἰὸν, τὰ τοῖς ἐρῶσιν ἐπιθυμητὰ καταλέγουσα, ἃ πάντα ἱκανὰ καταγοητεῦσαι, οὐ περὶ τὴν οἰκείαν φύσιν, ἀλλὰ περὶ τὴν τῶν ἀκουόντων ἀφροσύνην· κατὰ δὲ διάνοιαν ἡ κακία ζητεῖ τὸ πρόσωπον ἡμῶν καταισχῦναι, διὰ τῶν κειριῶν καὶ τῆς κλίνης, καὶ τῶν ἀμφιτάπων, καὶ τοῦ πρόκου, καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει ἡδονῶν παρὰ τοῖς ἐφευρεταῖς τῶν κακῶν γινόμενα.