Ancient Greek · ~2 min
CAP. X.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-6
Not analysed yet
Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ ἀπωλείας καὶ πλάνης αὐτῇ γίνεται πρόξενος· ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους δὲ λέχει τοὺς κακῶς ἔκ τινος ὑπομένοντας, καὶ ἀκακίαν ἀσκοῦντας ἐν ἀγάπῃ. Ἤ οὕτως. Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὗσα καὶ ἀνεξέταστος· ὁ γὰρ μὴ ἐλεγχόμενος, καὶ φανερῶν καὶ ἑτέροις τὰ φρονήματα καὶ τοὺς διαλογισμοὺς αὐτοῦ, πλανᾶται οἰήσει.