Ancient Greek · ~3 min
CAP. X.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-7
Not analysed yet
Τὸ, καλύπτουσιν, ἀντὶ τοῦ, οὐκ ἐῶσιν ἀνανεῦσαι. Ἤ ἔχθραν τὴν κακίαν λέγει, διʼ ἧς ἐχθροὶ γινόμεθα τοῦ Θεοῦ· τὴν δὲ κατὰ τοῦ Θεοῦ καὶ ἀνθρώπων ἔχθραν ἐγγινομένην ἡμῖν ἐν τῇ καρδίᾳ ὑπὸ τοῦ πονηροῦ, αὐτὴν μὲν ἀποσείονται οἱ δίκαιοι, τοῖς δὲ χείλεσι τὸν Θεὸν ὑμνοῦσιν, ὅταν οὕτως αὐτοῖς ὁ πονηρὸς ὑποβάλλῃ· Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατ ηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· εἰ δὲ ἡ ἔχθρα, κακία ἐστὶν, ἡ φιλία ἀρετὴ καὶ γνῶσις Θεοῦ, διʼ ἧς φίλοι γινόμεθααὐτοῦ καὶ τῶν ἀγίων δυνάμεων· ἐπὶ δὲ τῆς φιλίας ταύτης, οἱ ὄντες αὐτοῦ φίλοι, καὶ ἀλλήλων εἰσὶ φίλοι.