Ancient Greek · ~3 min
CAP. XXV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-16
Not analysed yet
Χάριν, τὰς τοῦ Θεοῦ ἐντολάς φησι· φιλίαν δὲ, τὴν πρὸς τὸν Θεὸν καὶ πλησίον ἀγάπην. Ὁ δὲ ἀγαπῶν τὸν Θεὸν τηρησάτω αὐτὰς ἐν ἑαυτῳ, ἵνα μὴ ἐπονείδιστος γένηται παῤ αὐτῷ, ὅτε τὰ κατʼ ἀξίαν ἑκάστῳ ἀπονέμῃ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μενητέ ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ· καὶ ἡ ἀλήθεια ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου· εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ὁ Σωτὴρ ἐλευθεροῖ· Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία, ὅθεν καὶ πάντες οἱ ἔχοντες γνῶσιν Χριστοῦ, φίλοι ἀλλήλων εἰσίν· οὕτω καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι, καὶ ἄλλων εἰσὶ φίλοι.