Ancient Greek · ~4 min
5 to 10
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-17-10
Not analysed yet
Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν, καὶ ταύτας ἐνεργῶν, τὰ ἑαυτοῦ φυλάσσει εὐσυναλλάκτως. Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνωτιον χρυσοῦν, καὶ σοφίαν Κυρίου εἰς νοῦν ἀπαθῆ καὶ εὐήκοον Κυρίῳ. Ὥσπερ τὸ ἐκ χιόνος εκρεον ὕδωρ ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, καὶ ἀναψύχει καύσωνα, οὕτως ὁ Θεὸς ἐπὶ τοῖς δεχομένοις τήν τε γνῶσιν καὶ σοφίαν, καὶ τὰ προστάγματα αὐτοῦ· καὶ ὥσπερ χιόνα τήκει καύσων, οὕτω κακίαν ψυχῆς, δικαίου παραίνεσις. Ὥσπερ ἄνεμοι καὶ νέφη πλωτῆρσιν ἐπιφανέστατοι τοῦ μὴ ναυαγῆσαι, οὕτω τοῖς ἐν σοφίᾳ Θεοῦ ἡ ψευδὴς γνῶσις, τοῦ μὴ σὺν τοῖς καυχωμένοις ἐν αὐτῇ ἀπολέσθαι. Ὥσπερ τῷ σώματι τὰ ὀστᾶ ἰσχὺς καὶ ἀσφάλεια ῥώμης, οὕτω τῇ ψυχῇ αἱ ἀρεταὶ πεφύκασι· συντρίβει δὲ ταῦτα τὰ ὀστᾶ μὴ παραφυλασσομένη ταῖς ἁμαρτίαις· τινὲς δὲ τὴν θυμώδη ψυχὴν ὠνόμασαν μαλακὴν, ἥτις συντρίβει τὰ ἑαυτῆς πρὸς Θεὸν πνευματικὰ ὀστᾶ, τὰ πεφυκότα λέγειν· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Κακοῦ ὁδὸς, ἡ κακία ἐστί· καὶ ποῦς παρανόμου. ἡ παρανομία ἐστίν· ἀπολεῖται δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως· ἕξις διὰ τῆς ὁδοῦ, καὶ ἐνέργεια διὰ τοῦ ποδὸς νοηθήσεται.