Ancient Greek · ~2 min
4 to 5
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-18-5
Not analysed yet
Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτὸν, δῆλον ὡς κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοὶ, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς ἀρετὴν ἐπανάγοντες. Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχὴν, Ἀλλ’ ὁ δεδωκὼς τὸν νόμον Θεὸς, τοῦ ἐκκλίνοντος τὸ οὖς αὐτοῦ, καὶ μὴ εἰσακούειν ποιοῦντος τοῦ νόμου καὶ ὁ Παῦλός φησι· Προειδοῦσα δὲ ἡ ῥαφὴ τὰ μέλλον, ἀντὶ τοῦ, Ὁ τὴνΤραφὴν δεδωκώς προῇδειτὸ μέλλον.