Ancient Greek · ~2 min
CAP. II.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-2
Not analysed yet
Εἰ ἡ ποιὰ βουλὴ συντετριμμένη ἤγουν ἐσκοτισμένη, νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζώου λογικοῦ, τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. Ἤ νῦν βουλὴν κακὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο, εἰπών· «Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· »ἐπελάθετο δὲ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθʼ ἣν καὶ ζηλωτὸς ἦν· εἰ δὲ νέους δύναται συνετίζειν ἔνθα πολὺ τὸ δυσήνιον, μὴ παρούσης· πολλῷ μᾶλλον πρεσβύτῃ ὠφέλιμος.