Ancient Greek · ~4 min
CAP. IX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-6
Not analysed yet
Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακοὺς, ἀλλὰ περὶ θείου φόβου αὐτοὺς ὑπομιμνήσκειν, ὅστις αὐτοὺς ἀποστήσει τῆς κακίας· ἢ κακοὺς τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας, καὶ θέλοντας ἐλθεῖν πρὸς μετάνοκαν· ἀκμὴν δὲ κακοὺς ὄντας καὶ τυφλώττοντας ὑπόμενε· καὶ μὴ καθʼ ἓν σφάλμα ἔλεγχε, ἵνα μὴ εἰς μῖσος ἐκ προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σοφοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀσκοὺς εὐθέτους εἶναι πρὸς νέον οἶνον. Ἤ κακοὺς λέγει τοὺς ἄφρονας καὶ μωρούς· ἢ τοὺς πάντη ἀλλοτρίους τῆς θείας διδασκαλίας, οὓς οὐκ ἐλέγχειν, ἀλλὰ νουθετεῖν, δεῖ καὶ διδάσκειν· εἰ δὲ καὶ ἠλέγχοντο Ἀχαὰβ καὶ Ἡρώδης, ἀλλʼ ἤδη μετέσχον τοῦ θείου νόμου, εἰ καὶ παρέβησαν· διὸ καὶ τούτους δεῖ ἐλέγχειν. Ἤ ἔοικε ταῦτα πρὸς τοὺς τότε λέγειν, τοὺς νηπιωδεστέρους· ἐπεὶ τίνος ἕνεκεν ἤλεγχεν Ἰωάννης καὶ Παῦλος ; —Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυντότερον ποιεῖ τὸν ἁμαρτάνοντα· χρὴ δὲ ἡμᾶς ἐπὶ σοφῶν καὶ δικαίων τοῦτο ποιεῖν· ἀναμεταξὺ μὲν του ἐλεγχομένου καὶ ἐλέγχοντος, οὐκ ἐπὶ πολλῶν δέ.