Ancient Greek · ~3 min
CAP. IX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-8
Not analysed yet
Ὁ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος, ναυαγήσας περὶ τὴν πίστιν, ὡς ὑπʼ ἀνέμῳ ἑαυτόν τε καὶ ἄλλους ποιμάνας, ἀπώλεσεν· ἀπέλιπε γὰρ τῶν ἐντολῶν τὰς ὀδοὺς, τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός. —Ὁ μὴ συνάγων σὺν ταῖς ἀρεταῖς τὴν θείαν γνῶσιν, οὗτος οὐ συνάγει τῆς αἰωνίου βασιλείας τὴν ἀθάνατον εὐκαρπίαν· ἀκαρπία δέ ἐστι κακία καὶ ἄγνοια. Τῶν ὡς ἄρτων ζωτικῶν, θείων λόγων ἡδέως ἅψασθαι, καὶ τῶν ἐν τῇ κρυπτῇ τοῦ νοῦ θεωρίᾳ θείων νοημάτων. —Ἄρτοι εἰσὶ τῆς ψυχῆς αἱ ἀρεταὶ, αἵτινες καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσετάγησαν παρʼ ἡμῖν γίνεσθαι· τουτέστι νηστεία, ἐγκράτεια, προσευχὴ, καὶ τὰ ὅμοια· κρυφῇ δὲ, πρὸς τὸ μὴ θεαθῆναι αὐτὰ τοῖς ἀνθρώποις.