Ancient Greek
CAP. XI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-8
Not analysed yet
Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προεῖπεν σῶμα· καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς Εὐαγγελίοις, σῶμα τὴν ψυχὴν ὁνομάζει· Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἶπε τὸν νοῦν· αὐτὸς γάρ ἐστι γνώσεως δεκτικός· σῷμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς· ὅπερ τινὲς μὲν, ἄλογον· τινὲς δὲ, παθητικὸν μέρος καλοῦσιν. Ὁ δὲ ἐξ ὧν ἐποίει καὶ διδάσκει ἀγαθῶν, ἐντεῦθεν μὲν γνῶσιν σωμάτων καὶ ἀσωμάτων ἐν τῷ μέλλοντι δὲ βασιλείαν οὐρανῶν, περιποιεῖται ἑαυτῷ καὶ τοῖς μαθητιῶσιν· ἐξολλύει δὲ οὐ μόνον τὸ ἑαυτοῦ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν, σὺν τοῖς πειθομένοις αὐτῷ, τῷ πυρὶ συναπόλλυσιν.