Ancient Greek · ~2 min
5 to 6
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-10-6
Not analysed yet
Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· οὗτος δὲ σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ Θεοῦ γνώσεως προϊέμενος λόγους. Τοῖς εἰς τὰ ἴδια σπείρουσι, καὶ πλείονα ποιοῦσιν, ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττούμενοι· οἱ γὰρ τὰ ἴδια σπείροντες, εἰοὶν οἱ εἰς τὸ πνεῦμα σπείροντες, καὶ ζωὴν θερίζοντες· οἱ δὲ συνάγοντες καὶ ἐλαττούμενοι, εἰσὶν οἱ εἰς τὴν σάρκα σπείροντες, καὶ φθορὰν συνάγοντες ἑαυτοῖς.