Ancient Greek
4 to 5
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-9-5
Not analysed yet
Ζωὴ ὁ Θεός ἐστι· τῆς δὲ τρισσοφαοῦς αὐτοζωῖας ἡ πηγὴ, ἡ σοφία καὶ ἡ γνῶσις καὶ αἱ ἀρεταί εἰσιν· ἐξ ἧς πηγῆς οἱ πίνοντες, ἀθανασίας μετέχουσι και ἀειζωΐας· τοῖς δὲ κεκτημένοις τὴν τοιαύτην πηγὴν, ἔννοια λόγων ζωῆς ἐστι· ἡ δὲ παιδεία ἀφρόνων, ἡ κακία ἐστίν· ἡ δὲ ἀνεξέλεγκτος παιδεία, ἡ ἀφροσύνη ἐστίν. Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπε, παρὰ τὸ τὰ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα· ἡ δὲ καρδία τῶν σοφῶν νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἔν τε κρίσει σωμάτων καὶ ἀσωμάτων, καὶ ἅπερ αὐτοὶ ποιεῖν διδάσκουσι καὶ πράττουσιν.