Ancient Greek · ~7 min
5 to 11
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-13-11
Not analysed yet
Οὕτε ἡ κατὰ ψυχὴν τρυφὴ, οὔτε ἡ κατὰ σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κατὰ Θεοῦ βλασφημίας ῥίψει· εἰ καὶ ἀπὸ δούλων ἐλεύθερος, τοῦτο ποιήσει. Εἰ ὁ καυχώμενος ὀρθῶς, ἐν Κυρίῳ καυχᾶται, ὁ δὲ Κύριος ἡμῶν σοφία ἐστὶν, ὁ καυχώμενος ὀρθῶς, ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ· ἐπέρχεται δὲ τοῖς παρανόμοις ἀπαλλάττων αὐτοὺς κακίας, νῦν μὲν ἐνδεχομένως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀναγκαίως. Ὁ Κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος· πρὸς δὲ τοὺς ἁμαρτάνοντας κατακαῖον καὶ ἀναλίσκον, ὡς ξύλα χόρτων καλάμην, τὴν στρατευομένην σάρκα κατὰ τοῦ πνεύματος· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πράξεως συμβαίνοντα καύσωνα. Τὴν ἀκάθαρτον ψυχὴν, ἑταίραν ὠνόμασε· καὶ ταύτης τὸ μίσθωμα, τὴν κατάστασιν εἴρηκεν αὐτῆς, ἀφʼ ἦς οὐ καθαραὶ γίνονται προσευχαί. Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως τοῦ Θεοῦ, τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ, τοῦ Κυρίου ἐστί· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· ἐράσθητι γάρ, φησὶ, τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ. Αἱ ἐντολαὶ, ὡς πρὸς μὲν τὸν ἐντειλάμενον Θεὸν, καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς, καλοῦνται ὁδοί· καὶ ὁ μὲν φυλάσσων, τηρεῖ ἐκ θανάτου πρὸς ζωὴν τὴν ψυχὴν ἑαυτοῦ· ὁ δὲ καταφρονῶν, τὸν ἀπέραντον θάνατον θανεῖται. Ἐπὶ μὲν τῶν αἰσθητῶν οὕτως ἔχει· ὅσον δὲ ὁ ἥλιος τῆς σελήνης ὑπερφυὴς, τοσοῦτον ὁ ἐλεῶν τοὺς ἐν πτωχείᾳ ἀρετῶν καὶ ἀνακτώμενος αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δόμα δὲ διδόναι τῷ Θεῷ, τὴν καθαρότητα τῆς καρδίας ὠνόμασε· κατὰ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως ὑπὸ τοῦ Θεοῦ.