Ancient Greek · ~3 min
CAP. XIX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-11
Not analysed yet
Πᾶς ὃς μισεῖ τὸν πτωχὸν ἀδελφὸν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ἀγάπης Θεοῦ καὶ ἀγγέλων μακρὰν ἔσται· ἢ πᾶς ὃς ἀδελφὸν ἀρετῆς πτωχὸν ὄντα μισεῖ, καὶ τῆς πρὸς τὰ πάθη φιλίας μακρύνεται τοῦ βίου. —Ἀγαθὴν ἔννοιαν τὴν τοῦ Θεοῦ γνῶσιν ὠνόμασε, καὶ τοῖς εἰδόσιν αὐτὴν τοῖς καθαροῖς τῇ καρδίᾳ, εἴωθε τούτοις ἐγγιεῖν· ὁ δὲ πειθόμενος τούτοις εἰς μάθησιν, φρόνιμός ἐστι, καὶ εὑρήσει αὐτήν. —Ὁ πολλὰ κακοποιῶν διʼ ἔργων καὶ λόγων, τελεσιουργεῖ κακίαν, ἥ ἐστιν πᾶσα ἁμαρτία· ὃς δὲ τελεσιουργεῖ κατὰ ἀνθρώπων λόγους εἰς ἀπώλειαν, καὶ βλασφημίας κατὰ Θεὸν, οὐ σωθήσεται οὗτος.