Ancient Greek · ~2 min
5 to 6
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-15-6
Not analysed yet
Τὸν ἐν ταῖς ἐντολαῖς ἱλαρὸν ἄνδρα, καὶ ἐν ἐλεημοσύναις δότην, ἀγαπᾷ ὁ Θεός· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὁ ἐλεῶν, ἐν ἱλαρότητι· τὴν δὲ ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ Κύριος καὶ τῆς γνώσεως, συντελεῖ. Δῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, διʼ ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν στησαμένων αὐτὴν δαιμόνων.