Ancient Greek · ~3 min
CAP. XXII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-12
Not analysed yet
Τῆς χειρίστης ἕξεως τὸν ἄνθρωπον ἐκβάλλεσθαι βούλεται διὰ πνευματικῆς διδασκαλίας μεθʼ ἧς εἶχε φιλονεικίας· καὶ λοιμὸν δὲ τὸν διάβολον ὄντα τῆς ψυχῆς ἐκδιώκεσθαι δεῖ· ἐὰν γὰρ ἐν αὐτῇ καθίσῃ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει· συνέδριον γὰρ τὴν ψυχὴν καὶ ὁ Ἀπόστολος δείκνυσι, διʼ ὧν λογισμοὺς κατηγοροῦντας, ἢ καὶ ἀπολογουμένους εἰσάγει· Μεταξὺ γὰρ, φησὶν, ἀλλήλων τῶν λογισμῶν κατηγρρούντων ἢ καὶ ἀπολογουμένων· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκτῖ καὶ συνέδριον· ἀλλὰ καὶ ὁ λοιμὸς ἀτιμάζει πάντας ὡς ὑβριστής· ἢ ὡς τὰ ἴδια συστῆσαι βουλόμενος, τα τῶν ἄλλων ἀτίμως ἐκβάλλει· ὃν ἔκβαλε ἐκ συστήματος πνευματικοῦ· καὶ οὐ μόνον αὐτὸς ἐκβληθήσεται, ἄλλὰ καὶ τὰ συνόντα αὐτῷ, ἔριδες, φιλονεικίαι, μάχαι, καὶ ὅσα λοιμὸν ἀποτελεῖ.