Ancient Greek · ~3 min
CAP.XXIV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-16
Not analysed yet
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας θείας γνώσεως, ἵνα μὴ ἀμελῶσι τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον· τοὺς δὲ ντεινομένους ἐξ ἀκακίας εἰς θάνατον, μὴ φείσῃ πρίασθαι τῷ ἰδίῳ αἵματι· ἐκπριοῦ (16) δὲ, διδοὺς χρήματα ἢ λόγον ὠφέλιμον, ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον, ἐλέγξει σε ψευδόμενον, καὶ ἔσῃ ἔνοχος δυσὶν, ἤγουν ψεύδει καὶ φόνῳ· ὁ γὰρ πλάσας πνοὴν, αὐτὸς οἶδε πάντα ὅσα ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ποιόν· ἀγαθὸν ἀγαθῷ, καὶ πονηρῷ πονηρά· ὅτι γὰρ οὐ κατὰ τὸ ποσὸν, δῆλον · Οὐ γὰρ ἄβια τὰ παθήματα τοῦ νῦν καιροῦ πρός τὴν μέλλουσαν δόξαν· εἰ δὲ καὶ ἐπὶ ποσοῦ τις ἐκλαβεῖν ἐθέλοι, κατʼ ἀναλογίαν τῆς ἑκάστου δυνάμεως τὴν ἀνταπόδοσιν οἰέσθω· ὡς καὶ τὰ τοῦ Πνεύματος χαρίσματα κατʼ ἀναλογίαν τῆς πίστεως δίδοται.