Ancient Greek · ~4 min
CAP.XXIV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 6-13
Not analysed yet
Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων Γραφῶν ὠφελούμενος· ὁ δὲ ἀπʼ αὐτῶν ἐκβάλλων τῶν πραγμάτων τοὺς λόγους, ἀφʼ ὧν εἰλήφασιν ἅγιοι προφῆται καὶ οἱ ἀπόστολοι, ἐν τῷ ποιεῖν τε καὶ διδάσκειν, τρώγει κηρίον· καὶ τὸ μὲν μέλι φαγεῖν, τοῦ βουλομένου παντός· τὸ δὲ κηρίον, μόνου τοῦ καθαροῦ· ἢ καὶ μέλι ῥητέον τὴν ἀλληγορίαν· κηρίον δὲ, τὴν ῥητὴν ἐπίσκεψιν καὶ ἱστορίαν, πρὸς τὸ ἔχειν τὸν ἀποκεκρυμμένον νοῦν καὶ βαθύτερον, ἔνεστι γὰρ τῷ κηρίῳ μέλι· φάρυγγα δὲ τὴν θρεπτικὴν τῆς ψυχῆς δύναμιν, διʼ ἧς αἱ τροφαὶ παραπέμπονται εἰς τὴν κοιλίαν· ἐὰν οὖν ταῦτα κατορθώσῃς, τά τε κατὰ διάνοιαν, καὶ τὰ καθʼ ἱστορίαν, ἔσονταί σοι αἰσθήσει τῆς σοφίας αὐτὰ τὰ σοφὰ δόγματα· ἐὰν γὰρ εὕρῃς τὸν πνευματικὸν τῆς Γραφῆς νοῦν, ἔσται καλὴ ἡ τελευτή σου, ὡς λεχθῆναι· ΤίμιοςΤίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ · οὐκ ἀποβαλεῖς δὲ τὴν εἰς τὸ μέλλον ἐλπίδα.