Ancient Greek · ~2 min
5 to 6
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-4-6
Not analysed yet
Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις, καὶ πᾶν ὁτιοῦν ἄδεκτον τῷ Θεῷ· πολέμιοι γάρ εἰσιν οἱ ἀσεβεῖς λογισμοὶ, ψυχὰς ἀποκτείνοντες. Ἐν τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ Κύριος ὕπνον· οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί· τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ Κύριος· ἐντεῦθεν δὲ ἔστι καὶ πειθανῶς δεῖξαι, ὅτι οὐ καθεύδειν πεφύκασι δαίμονες.