Ancient Greek · ~3 min
CAP. IV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-2
Not analysed yet
Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ, καὶ φωτίζουσιν ἡμᾶς ἐν τῷ παρόντι βίῳ, ὃς πρὸς τὸν μέλλοντα, ἡμέραν ὄντα, νὺξ λέγεται· ἕως κατορθώσει ἡ ἡμέρα ἐν ᾗ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει. Ἤ ἀντὶ τοῦ, ἕως ἡμᾶς ἐν ἀσφαλείᾳ καταστήσουσιν, οὐκ ἀφίστανται· τοῦτο γὰρ ἡμέρας ἴδιον, τὸ σκότος διαλύειν· ὅπερ οὖν καὶ Χριστὸς ἔλεγεν· Ὁ περιπατῶν ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει· τοὐναντίον δὲ αἱ τῶν ἀσεβῶν· ἐπεὶ οὖν οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· προσκόπτουσιν, ἀλλʼ οὐκ ἔχουσι συγγνώμην ὡς ἀγνοίᾳ προσπταίοντες· αὐτοὶ γὰρ ἑαυτοῖς τὸ σκότος εἰργάσαντο· ὅρα δὲ ὡς ἡ μὲν ἀρετὴ καὶ ἐν σκότει φῶς ἐποίησεν· ἡ δὲ κακία καὶ ἐν φωτὶ σκότος. —Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν, οἱ ἀσεβεῖς ἐπίστανται· οὐδὲ τὴν αἰτίαν γινώσκουσι, πόθεν προσκόπτουσιν· ἀλλʼ οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν· ὅπερ ἐστὶν γνὼρισμα τῆς ἐσχάτης κακίας.