Ancient Greek · ~2 min
6 to 7
Origen, Expositio in Proverbia (fragmenta e catenis) 6-11-7
Not analysed yet
Τὴν ἐκ τοῦ πονηροῦ ἐφευρεθεῖσαν ἡμῖν ἡδονὴν, ἢν μερίδα φησὶν ἐν πρώτοις, πρόσκαιρον μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερος χολῆς εὑρήσεις. Μὴ εἴπῃς καθʼ ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω, ἀλλʼ ὑπόμεινον τὸν Κύριον καὶ ἐπικαλοῦ, ἵνα σοι βοηθήσῃ· μὴ θάῤῥε σαυτῷ ὡς χωρὶς Κυρίου δυνάμενος· ὅτι γὰρ χωρὶς αὐτοῦ οὐκ ἔστι βοηθὸς, λέγει Δαυΐδ· Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ.