Ancient Greek · ~3 min
CAP. XX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 8-9
Not analysed yet
Ἐπὶ μὲν τῶν αἰσθητῶν, στάθμιον μέγα καὶ μικρόν φαμεν εἶναι, ἐν οἷς χρυσὸς, ἄργυρος, χαλκὸς, μέταξα (11), καὶ ὅσα ἄλλα σταθμίζονται· μέτρα δὲ τὰ ἐν ἀγγείοις μετρούμενα, σἵτος. οἶνος, ἔλαιον, καὶ ὄσπρια· ἄλλως τε δὲ τὸν παρά τισι θρασύδειλον λεγόμενον, μέγα καὶ μικρὸν εἶναι στάθμιον νομίζω· καθόλου δὲ πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν· τοῦτο στάθμιον μέγα καὶ μικρόν ἐστιν· ἑκάτερα γὰρ κακίαι, καὶ μέτρα δισσά· ἄλλως τε καὶ ὁ εὖ μὲν πάσχειν ὑφʼ ἑτέρων βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά· μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ · Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἰ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.