Ancient Greek · ~3 min
CAP. V.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 6-3
Not analysed yet
Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς, μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς, βαθὺ φρέαρ εἶναι δοκεῖ· τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς, πηγή· οὕτω καὶ ὁ Σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· πηγὴν δὲ νόει τὴν θείαν γνῶσιν, καὶ οὐ τὸ φρέαρ τοῦ ὕδατος· ὥσπερ δὲ ἡ πηγὴ πρόειται ἀκόπως, τουτέστι τὸ τρέχον ὕδωρ τοῖς διψῶσιν, οὕτω τὸ ??ρέαρ ἐν κόπῳ τοῖς θέλουσιν ἀντλεῖν· καὶ ὥσπερ ἡ πηγὴ ἄπαυστός ἐστι τοῦ ῥεῖν, οὕτως ἡ αἰσθητικὴ γραφὴ ἔχει τὸν δρόμον, καὶ εὔκολον τοῖς διψῶσι τὸν Θεὸν γεραίρειν· καὶ ὥσπερ τὸ φρέαρ κόπον παρέχει τοῖς ἀντλοῦσιν, οὕτω καὶ ἡ θεωρητικὴ γνῶσις τοῖς θέλουσι διʼ αὐτῆς τὰς ἀρετὰς κατορθῶσαι, ψυχῆς τε καὶ σώματος, τά τε θεῖα ἐννοεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀντιποιηθπηναι.